Psalms 74

1
LXX: Psa.73:1
Συνέσεως τῷ Ασαφ. Ἵνα τί ἀπώσω, θεός, εἰς τέλος, ὠργίσθη θυμός σου; ἐπὶ πρόβατα νομῆς σου
2
LXX: Psa.73:2
μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου, ὄρος Σιων τοῦτο, κατεσκήνωσας ἐν αὐτῷ.
3
LXX: Psa.73:3
ἔπαρον τὰς χεῖράς σου. ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὅσα ἐπονηρεύσατο ἐχθρὸς ἐν τοῖς ἁγίοις σου
4
LXX: Psa.73:4
καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου, ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν.
5
LXX: Psa.73:5
ὡς εἰς τὴν εἴσοδον ὑπεράνω,
6
LXX: Psa.73:6
ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς, ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν.
7
LXX: Psa.73:7
ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.
8
LXX: Psa.73:8
εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν συγγένεια αὐτῶν ἐπὶ τὸ αὐτό Δεῦτε καὶ κατακαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ θεοῦ ἀπὸ τῆς γῆς.
9
LXX: Psa.73:9
τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.
10
LXX: Psa.73:10
ἕως πότε, θεός, ὀνειδιεῖ ἐχθρός, παροξυνεῖ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;
11
LXX: Psa.73:11
ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;
12
LXX: Psa.73:12
δὲ θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
13
LXX: Psa.73:13
σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος.
14
LXX: Psa.73:14
σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν.
15
LXX: Psa.73:15
σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους, σὺ ἐξήρανας ποταμοὺς Ηθαμ.
16
LXX: Psa.73:16
σή ἐστιν ἡμέρα, καὶ σή ἐστιν νύξ, σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον.
17
LXX: Psa.73:17
σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς· θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά.
18
LXX: Psa.73:18
μνήσθητι ταύτης· ἐχθρὸς ὠνείδισεν τὸν κύριον, καὶ λαὸς ἄφρων παρώξυνεν τὸ ὄνομά σου.
19
LXX: Psa.73:19
μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος.
20
LXX: Psa.73:20
ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν.
21
LXX: Psa.73:21
μὴ ἀποστραφήτω τεταπεινωμένος κατῃσχυμμένος· πτωχὸς καὶ πένης αἰνέσουσιν τὸ ὄνομά σου.
22
LXX: Psa.73:22
ἀνάστα, θεός, δίκασον τὴν δίκην σου· μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν.
23
LXX: Psa.73:23
μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου· ὑπερηφανία τῶν μισούντων σέ. ἀνέβη διὰ παντὸς πρὸς σε
Copyright information for LXX